Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.3-4
Not analysed yet
ταῦτα δὲ λόγῳ διαιροῦντες ἔργῳ συγχέουσι τὰ πάντα ,μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες, καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προιὼν ἀπελέγξει. πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας, καὶ εἴτε φαύλους εἴτε ἀγαθοὺς, ἐκ τῶν παρατεθησομένων.