Ancient Greek · ~7 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.3-5
Not analysed yet
Ταῦτα ὁ Πλούταρχος ἐν τῷ δηλωθέντι συγγράμματι παραθέμενος ,καὶ διὰ πλειόνων ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ “Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων τοῦτον ἱστορεῖ τὸν τρόπον "Ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας, νᾶς, πλεῖστον δὲ Δελφῶν λόγον εἶχε, καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα, καὶ ταῦτα δὴ τὰ περὶ τὴν Πυθίαν. τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν, μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγὴν ,ἀλλ’ ἐκπεσόντα ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ’ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον, καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλασσόμενον. δὲ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικὰ, δαιμονῶν μάχας γεγονέναι πρὸς δαίμονας ,εἶτα φυγὰς τῶν κρατηθέντων ,ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν ’ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ παρ’ ἡμῖν, ἢ παντάπασιν ἐκλελοίπασι ,μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι ,τοὺς Λυκίων προσοίκους, ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δὲ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν Ἄρσαλον καὶ Ἄρυτον καὶ Τόσιβιν, ἔφυγε, καὶ μετεχώρησεν ὁποιδήποτε—τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν —ἐκεῖνον μὲν ἀμεληθῆναι ,τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκιροὺς θεοὺς προσαγορεύεσθαι, καὶ τἀς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὑν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν μυθολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾧ γὰρ ἕκαστος συντέτακται, καὶ οὑ τῆς δυνάμεως μετείληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι · καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστι Δῖος 5 ὁ δὲ Ἀθηναῖος ,ὁ δὲ Ἀπολλώνιος ,ἢ Διονύσιος, ἢ Ἕρμαιος. ἀλλ’ ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας ,ἀλλ’ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.’’