Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.2-4
Not analysed yet
Καὶ ἐπιφέρει λέγων ἑξῆς Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἐξαμάρτωσιν καὶ πλημμελήσωσιν, αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει · πόντος δὲ χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγὰς ἠελίου ἀκάμαντος · ὁ δ’ αἰθέρος ἔμβαλε δίναις ’ἄλλος δ’ ἐξ ἄλλου δέχεται ,στυγέουσι δὲ πάντες · ἄχρις οὗ κολασθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι. τούτων δὴ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, πάντα πράγματα ταράξας ,ἐνέπλησε δὲ κακῶν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκε.’’