Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.4-2
Not analysed yet
οὔπω γὰρ εἰσέτι τότε νόμων καθ’ οὓς χρὴ βιοῦν συνεστώτων ,οὐδέ γε τῆς ἡμέρου πολιτείας ἐν ἀνθρώποις κατατεταγμένης, ἀνειμένου δὲ καὶ νομαδικοῦ τοῦ βίου θηριώδους τε καθεστῶτος, τοῖς μὲν θρεμμάτων ἀλόγων δίκην τῶν τῆς γαστρὸς ἀποπληρώσεων πλέον οὐδὲν ἔμελεν, οἷς καὶ πρῶτος ἀθεότητος ὑποικουρεῖ τρόπος· οἱ δ’ εἰς βραχύ τι φυσικαῖς ἐννοίαις ἀνακινούμενοι θεὸν καὶ θεοῦ δύναμιν σωτήριόν τι καὶ ἀγαθὸν εἶναι χρῆμα διενοήθησαν, εὑρεῖν δὲ τοῦτον ἐθελήσαντες ἄνω μὲν τὰς ψυχὰς εἰς οὐρανὸν ἔτειναν ,αὐτόθι δὲ τῇ διανοίᾳ στάντες. καὶ τῶν κατ’ οὐρανὸν φαινόντων τε καὶ φαινομένων φωστήρων καταπλαγέντες τὰ κάλλη, ταῦτ’ εἶναι θεοὺς ἀπεφήναντο.