Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.5-2
Not analysed yet
τρίτοι δὲ ἄλλοι σφᾶς αὐτοὺς ἐπὶ γῆς ῥίψαντες τοὺς ἐπὶ συνέσει τῶν κατ’ αὐτοὺς προφέρειν νενομισμένους, ἢ καὶ ῥώμῃ σώματος καὶ δυναστείας ἰσχύι τῶν πλειόνων ἐπικρατήσαντας ,γίγαντάς τινας ,ἢ τυράννους, ἢ καὶ γόγτας καὶ φαρμακέας ἄνδρας, ἔκ τινος τῶν θειοτέρων ἀποπτώσεως τὰς κακοτέχνους γοητείας συνεσκευασμένους, ἢ καὶ τοὺς ἄλλους κοινῆς τινὸς καὶ βιωφελοῦς εὐεργεσίας προάρξαντας ,ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν θεοὺς ἐπεφήμισαν.