Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.5-4
Not analysed yet
τέως δὲ φέρε συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς φησι, δαιμόνων δυνάμεως τε καὶ ἐνεργείας αὖθις ὁ τὴν καθ’ ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε “Περἰ τῆς ἐκ λογίων φιλοσοφίας ἐκτίθεται μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσι θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείωυ βελῶν καὶ τοξευμάτων βαλλόμενοι καταισχύνοιντο.