Ancient Greek · ~4 min
5.6 to 5.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.6-3-9
Not analysed yet
οὕτως γὰρ καὶ γένοιτ’ ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς c προσφιλῶν, καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων, ἀκριβῶς τε τὸν περὶ τῶν οἰκείων λόγον διηρευνηκότων, ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδειξις. γράφει δὲ ταῦτα ὁ δεδηλωμένος ἐν οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ”ἔνθα μαρτύρεται μὴ τὰ ἀπόρρητα τῶν θεῶν ἐκφαίνειν, ἐπομνύμενός τε αὐτὸς καὶ παραγγέλλων κρύπτειν καὶ μὴ εἰς πολλοὺς ἐκφέρειν τὰ λεχθησόμενα. τίνα δὲ ἦν τὰ τοιαῦτα; τὸν Πᾶνα Διονύσου φησὶ θεράποντα εἶναι, τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων ἐπιφ- νέντα ποτὲ τοῖς κατ᾿ ἀγρὸν γεωπουοῦσι. τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινὸς παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις; ἆρ᾿ οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασι δαίμονα, ἔργῳ τῆς πείρας ᾐσθημένοι; φησὶ γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε