Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.1-2
Not analysed yet
‟Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· ἔπειτα μὴ ἀνακοπεῖσα, ἀλλ’ εἰς ἐπίδοσιν ἐλθοῦσα καὶ πολλὴ δὴ ῥυεῖσα δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας ποιοῦσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα· οὓς δὴ —οὐδὲ γὰρ τοῦτο σιωπήσομαι ,πρὸς δὲ καὶ αὐτὸ ἐλέγξω —νεὼς μὲν εὐφήμως ὀνομαζομένους ,τάφους δὲ γενομένους, τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους. ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, λάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι. "