Ancient Greek · ~6 min
6.2 to 6.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.2-2-8
Not analysed yet
‟Ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς ἐν Λαρίσσῃ ἐν τῇ ἀκροπόλει τάφος ἐστὶν Ἀκρισίου, Ἀθήνησι δὲ ἐν τῇ ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν ἱστοριῶν. τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ ναῶ τῆς Πολιάδος κεκήδευται; Ἴμμαρος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ κεκήδευται τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει; αἶ δὲ Κελεοῦ θυγατέρες ἐν Ἐλευσῖνι τετάφαται; τί σοι καταλέγω τὰς ἐξ Ὑπερβορέων γυναῖκας ; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον ,ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ. Λέανδρος δὲ Κλεόμαχον ἐν Μιλήτῳ τετάφθαι ἐν τῷ Διδυμαίῳ φησίν. ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνῆμα οὐκ ἄξιον παρελθεῖν, ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ, ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται· οὐδὲ μὴν τὸν ἐν τῷ Τελμησσῷ τοῦ Ἀπόλλωνος βωμόν· μνῆμα εἶναι καὶ τοῦτον Τελμησσέως τοῦ μάντεως ἱστοροῦσι. Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ πρώτῳ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι. ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδὲ ὁ πᾶς ἂν ἀρκέσαι χρόνος · ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον νεκροῖς πεπιστευκότες περιέρχεσθε· ἁ δειλοὶ, τί κακοὶ τόδε πάσχετε;’ Καὶ μετ’ ὀλίγα φησί ‟Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ’ Ἕλλησι, σεβασμίως τεθείακε θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων, τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον Ἀντίνοον ἀνιέρωσεν οὗτος, ὡς Γανυμήδην ὁ Ζεύς·