Ancient Greek · ~3 min
6.1 to 6.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.1-3-3
Not analysed yet
Ἀλλὰ γὰρ τοιαῦτα καὶ τὰ παρ’ Αἰγυπτίοις, ἃ καὶ παλαίτερα τῶν Ἑλληνικῶν ἁπάντων μνημονεύεται. ἔχεις τοιγαροῦν πρὸς τῇ μυθικῇ καὶ τὴν φυσικωτέραν θεολογίαν Ἑλλήνων ὁμοῦ καὶ Αἰγυπτίων, τῶν πάλαι τὴν πολύθεον δεισιδαιμονίαν συστησαμένων, παρ’ οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο μεμάθηκας. πλὴν ἀλλὰ δεδόσθω καὶ συγκεχωρήσθω τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ, καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν ᾿Απόλλων, c καὶ πάλιν Ὦρος, καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς, καὶ μυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη, ἢ Ἶσις ἢ Ἄρτεμις, καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο · μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν, ἀλλ’ αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ὡς θεοὺς προσκυνητέον.