Ancient Greek
5.4 to 5.5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.4-3-5
Not analysed yet
ἐπὶ τούτοις ἀκήκοας καὶ τῆς θεοσοφίας τῆς μυστικῆς, δι’ ἣν οἶ θαυμάσιοι τῶν Αἰγυπτίων λύκους καὶ κύνας καὶ λέοντας ἐσεβάσθησαν· ἔγνως καὶ τοῦ κανθάρου τὸ θαῦμα καὶ ἱέρακος τὴν ἀρετήν· μὴ δὴ γέλα τοῦ λοιποῦ τοὺς θεοὺς, ἐλέει δὲ τῆς πολλῆς εὐηθείας καὶ ἀβλεψίας τὸ τρισάθλιον ἀνθρώπων γένος. καὶ δὴ σκόπει πάντα περιαθρῶν οἵων ἡμῖν ἀγαθῶν πάρεστι δοτὴρ ὁ Χριστὸς τοῦ θεοῦ, τοσαύτης νόσου μακρὰς τε καὶ πολυχρονίου πηρώσεως καὶ τὰς Αἰγυπτίων ψυχὰς διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λελυτρωμένος, ὡς τοὺς πλείους ἤδη τῶν κατ’ Αἴγυπτον καὶ ταύτης ἀπηλλάχθαι τῆς νόσου.