Ancient Greek
6.1 to 6.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.1-6-2
Not analysed yet
Ταῦτα δὲ πάλαι πρότερον πρὶν ἢ καὶ Μω- σέα καὶ τὸ Ἰουδαίων γένος ὑποστῆναι ἐξ ἔτι μακροῦ αἰῶνος παρὰ τοῖς Ἰουδαίων προπάτορσιν ἐγνωρίζετο. καὶ γὰρ οὖν καὶ τοῦτο διαρθρῶσαι καλὸν, ὡς ὁ Ἰουδαϊσμὸς οὐκ ἦν πω τότε, ἀλλ᾿ Ἑβραῖοι μὲν οἱ δηλούμενοι ὁμοῦ τῇ προσηγορίᾳ καὶ τὸν τρόπον ὑπῆρχον, Ἰουδαῖοι δὲ οὔτ᾿ ἦσάν πω οὔτ᾿ ἐχρημάτιζον. Ἑβραίων δὲ καὶ Ἰουδαίων τὸ διάφορον γνοίης ἂν ὧδε ὡδε· τὴν μὲν προσηγορίαν οἱ μὲν ἀπὸ τοῦ Ἰούδα, ἐξ οὗ τῆς φυλῆς τὸ Ἰουδαίων μακροῖς ὕστερον χρόνοις βασίλειον συνέστη, οἱ δὲ ἀπὸ τοῦ Ἕβερ (προπάτωρ δὲ τοῦ Ἁβραὰμ οὗτος ἦν) ἐπεγράφοντο.