Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.3-3
Not analysed yet
προτερεῖν τε Ἰουδαίων Ἑβραίους διδάσκουσιν οἱ ἱεροὶ λόγοι. τὸν δὲ τῆς εὐσεβείας τρόπον Ἰουδαίοις μὲν πρῶτον πρῶτον ἀπάρξασθαι τῆς νομοθεσίας Μωσέα, σαββάτου τινὸς παραδόντα ἡμέραν, καὶ ταύτης πλείστην ὅσην φυλακὴν εἰς ὑπόμνησιν σχολῆς τῶν ἱερῶν λόγων, βρωτέων τε καὶ οὐ βρωτέων ζῴων διαστολὴν, ἑορτάς τε ἐτησίους, καί τινας σωμάτων καθαρμοὺς, ἄλλης τε μακρᾶς περιόδου κατά τινα σύμβολα θειότερον ἐπιτελουμένης. Ἑβραῖοι δὲ πρεσβύτεροι Μωσέως γενόμενοι τοῖς χρόνοις, πάσης τῆς διὰ Μωσέως νομοθεσίας ἀνεπήκοοι ὄντες, ἐλεύθερον καὶ ἀνειμένον εὐσεβείας κατώρθουν τρόπον, βίῳ μὲν τῷ κατὰ φύσιν κεκοσμημένοι, ὡς μηδὲν νόμων δεῖσθαι τῶν ἀρξόντων αὐτῶν δι᾿ ἄκραν ψυχῆς ἀπάθειαν, γνῶσιν δὲ ἀληθῆ τῶν περὶ θεοῦ δογμάτων ἀνειληφέναι. ἀλλὰ γὰρ τῶνδε τοῦτον εἰρημένων τὸν τρόπον, ὥρα καὶ διὰ τῶν ἐγγράφων ἐλθεῖν.