Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.1-7
Not analysed yet
“Τὸν μὲν παλαιὸν αὐτοῖς πρόγονον ἀπὸ Χαλδαίων εἶναι, τὸν δὲ λαὸν ἀναστῆναι τοῦτον ἐξ Αἰγύπτου μετῳκισμένον ἀπὸ Συρίας τὸ πάλαι, μυριάσι τε ἀμυθήτοις πλήθοντα ‚καὶ τῆς γῆς οὐκ οὔσης ἱκανῆς. ‚πρὸς δ’ ἔτι καὶ νεότητι φρονημάτων ἐντεθραμμένον μεγάλως, καὶ ἅμα τοῦ. θεοῦ διὰ φασμάτων καὶ ὀνειράτων ἔξοδον αὐτοῖς δηλοῦντος, καὶ οὐδενὸς ἡττον εἰς πόθον κατὰ δαίμονα ἐμπεσόντας τῆς πατρίου καὶ ἀρχαίας γῆς· ὅθεν δὴ καὶ τὸν πρόγονον ἐκεῖνον αὐτοῖς μετὰ τὸ ἐλθεῖν εἰς Αἴγυπτον ‚εἴτε τῷ θεῷ δὴ δόξαν εἴτε προνοίᾳ τινὶ, πάντων εὐδαιμονῆσαι μάλιστα, ὡς ἀπ’ ἐκείνου μέχρις εἰς τὸ παρὸν τό τε ἔθνος αὐτοῖς καὶ γεγενῆσθαι καὶ διαμένειν, κἀπὶ τοσοῦτον ὑπερβάλλειν εἰς πολυανδρίαν.’