Ancient Greek · ~4 min
5.8 to 5.11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.8-2-11
Not analysed yet
καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεοπόμπου, διότι μέλλων τινὰ τῶν προηρμηνευμένων ἐπισφαλέστερον ἐκ τοὐ νόμου προσιστορεῖν, ταραχὴν λάβοι τῆς διανοίας πλέον ἡμερῶν τριάκοντα κατὰ δὲ τὴν ἄνεσιν ἐξιλάσκεσθαι τὸν θεὸν σαφὲς αὐτῷ γενέσθαι τίνος χάριν τὸ συμβαῖνόν ἐστι· δι’ ὀνείρου δὲ σημανθέντος ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς κοινοὺςἀνθρώπους ἐκφέρειν ‚ἀποσχόμενον οὕτως ἀποκαταστῆναι. καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν τῶν τραγῳδιῶν ποιητοῦ μετέλαβον ἐγὼ διότι παραφέρειν μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψεις ἀπεγλαυκώθη, καὶ λαβὼν ὑπόνοιαν ὅτι διὰ ταὐτ’ αὐτῷ γέγονεν, ἐξιλασάμενος σάμενος τὸν θεὸν ‚ἐν πολλαῖς ἡμέραις ἀποκατέστη μεταλαβὼν δὲ ὁ βασιλεὺς, καθὼς προεῖπον, περὶ τούτων τὰ περὶ τοῦ Δημητρίου προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖσθαι ἁγνῶς. ”Ταῦθ’ ἡμῖν ἐκ τῆς τοῦ δηλωθέντος ἐπιτετμήσθωλ γραφῆς. φέρε δὴ καὶ τὸ πολίτευμα τῆς κατὰ Μωσέα νομοθεσίας ἐκ τῶν παρὰ τοῖς ἀνδράσι διαφανῶν θεασώμεθα. πρῶτα δὲ θήσω Φίλωνος τὰ περὶ τῆς ἀπ’ Αἰγύπτου πορείας τῶν Ἰουδαίων ‚ἣν πεποίηνται Μώσεως ἡγουμένου, ἀπὸ τοῦ πρώτου συγγράμματος ὧν ἐπέγραψεν Ὑποθετικῶν, ἔνθα τὸν Ἰουδαίων, ὡς πρὸς κατηγόρους αὐτῶν, ποιούμενος λόγον ταῦτά φησιν