Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.11
Not analysed yet
Ταῦτα μὲν οὗτος· σὺ δὲ τὸν λόγον ἐξ ἀρχῆς ἀναλαβὼν τῆς δεισιδαίμονος πλάνης ἐπίσκεψαι τὴν διάπτωσιν. φύσει μὲν οὖν καὶ αὐτοδιδάκτοις ἐννοίαις, μᾶλλον δὲ θεοδιδάκτοις, καλόν τι καὶ ὠφέλιμον τυγχάνειν ,τὸ σημαῖνον τὴν τοῦ θεοῦ προσηγορίαν τε καὶ οὐσίαν· πάντες γὰρ ἄνθρωποι κοινοῖς λογισμοῖς προειλήφεσαν ,τοῦ τῶν ὅλων δημιουργοῦ τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσικαῖς ἐννοίαις ὐποσπείραντος.