Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.12
Not analysed yet
οὐ μὴν καὶ τῇ προαιρέσει τῇ κατὰ λόγον ἐκέχρηντο· εἷς μὲν γάρ που τάχα τις καὶ δεύτερος, ἢ καί τινες ἄλλοι κομιδῆ βραχεῖς, ὧν τὴν μνήμην τὰ Ἑβραίων περιέχει λόγια, εἰς οὐδὲν τῶν ὁρωμένων ἐφαρμόσαντες τὴν περὶ θεοῦ ἔννοιαν, ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος κόσμου δημιουργὸν καὶ τὸν μέγαν τῶν ὅλων ποιητὴν ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι θεὸν, τὸν πάντων σωτῆρα, καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν οἱ δὲ λοιποὶ παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε θηρίων ἀγρίων τρόπον τὸ καλὸν καὶ συμφέρον καὶ ἀγαθὸν μέχρι σωμάτων καὶ σαρκὸς ἡδονῆς στῆσαι.