Ancient Greek · ~2 min
6.16 to 6.17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.16-17
Not analysed yet
Τοιαῦτα ἦν τὰ τῆς παλαιᾶς θεολογίας, ἣν μεταβαλόντες νέοι τινὲς, χθὲς καὶ πρώην ἐπιφυέντες, λογικώτερόν τε φιλοσοφεῖν αὐχοῦντες, τὴν δὴ φυσικωτέραν τῆς περὶ θεῶν ἱστορίας δόξαν εἰσηγήσαντο, σεμνοτέρας εὺρεσιλογίας τοῖς μύθοις προσεπινοήσαντες, καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς τῆς δυσσεβείας ἐκφυγόντες μήτ’ αὖ πάλιν τὴν αὐτόθεν προφαινομένην τῶν θεολογουμένων μοχθηρίαν ὑπομείναντες. θεραπεῦσαι δ’ οὖν ὅμως οἵδε τὸ πατρικὸν ἁμάρτημα προθυμηθέντες ἐπὶ φυσικὰς διηγήσεις καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ’ εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα ὡς δὴ μυστικώτερον κομπάσαντες.