Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.15
Not analysed yet
νόμων γοῦν ,ὥσπερ ἔφην ἤδη πρότερον, μηδέπω τότε ἐν ἀνθρώποις πολιτευομένων, μηδ’ ἐπὶ τοῖς ἁμαρτανομένοις τιμωρίας ἐπῃωρημένης, μοιχείας καὶ ἀρρένων φθορὰς, ἐκθέσμους τε καὶ παρανόμους γάμους, μιαιφονίας τε καὶ πατροκτονίας, τέκνων τε καὶ ἀδελφῶν σφαγὰς ,ναὶ μὴν καὶ πολέμους καὶ στάσεις πεπραγμένας ὄντως τοῖς οἰκείοις προστάταις, οὓς θεοὺς ἡγοῦντό τε καὶ ἀπεκάλουν, ὥσπερ ἐν μέρει κατορθωμάτων καὶ ἀνδραγαθίας ἀπεμνημόνευον, τὴν τούτων μνήμην ὡς σεμνῶν καὶ ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες.