Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.19
Not analysed yet
ἀλλ’ οὗτοι μὲν ὀψέ ποτε, ὡς ἂν ἐπαισχυνόμενοι τὰς τῶν προγόνων θεολογίας, οἴκοθεν ἃς ἕκαστος ἐφεῦρε σεμνολογίας τοῖς περὶ θεῶν μύθοις προσεπενόησαν, κινεῖν τὰ πάτρια τολμῶντος οὐδενὸς, περὶ πολλοῦ δὲ τὴν ἀρχαιότητα καὶ τὴν συνήθη καὶ σύντροφον ἐκ παίδων ἀγωγὴν τιμώμενοι.