Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.20
Not analysed yet
οἵ γε μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ καὶ τὰς τῶν ἀλόγων ζῴων ἐκθεώσεις διετάξαντο διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας, καὶ τοῖς ἀλόγοις θηρίοις τὰς ἴσας ἀφιέρωσαν θρησκείας, σπονδαῖς καὶ θυσίαις καὶ μυστικαῖς τελεταῖς, ὕμνοις τε καὶ ᾠδαῖς, ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι καὶ τὰς τούτων τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον ὡς δι’ ὑπερβολὴν ἡδυπαθείας ἀκρατοῦς τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος τά τε ἀκόλαστα ἐν ἀνθρώποις πάθη ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.