Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.21-2
Not analysed yet
οὕτ’ ὢ δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος ὥστε ὁμοίως τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι, καὶ τὸ τόδε τι ὁρᾶν, καὶ τόδ’ ἀκούειν, οὐ συλλογισμῷ, ἀλλ’ ἐνεργείᾳ καταλαμβανομένων ,συναισθέσθαι ἑαυτῶν ἐξ ἡμῶν αὐτῶν καὶ τῆς ἡμετέρας βουλῆς ὁρμώντων, καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων, ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον τῆς ἐν ἡμῖν λογικῆς καὶ νοερὰς φύσεως ἐνδίκως ὁμολογεῖσθαι.