Ancient Greek · ~2 min
6.22 to 6.23
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.22-2-23
Not analysed yet
εἰ δὲ καὶ παρὰ προαίρεσιν μυρία συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταρἀττεο. διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν, καὶ τὸν λόγον, καθ’ ὃν τὰ οὐκ ἐφ’ ἡμῖν γίνεται, ἐπιθεωρητέον. οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔτις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. φέρ’ οὖν ἐπιμενλῶς τὸ πρόβλημα ἐπισκεψώμεθα. Πάντα μὲν ἀθρόως ἐκ θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι οἱ τῆς ἀληθοῦς εὐσεβείας θεσμοὶ διαγορεύουσιν.