Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.22
Not analysed yet
πρὶν δὲ τὴν ἔκθεσιν ποιήσασθαι τούτων ,ἐμοὶ δοκεῖ προεπισημήνασθαι καὶ τὴν αὐτῶν τῶν θαυμαστῆν φιλοσόφων κἀν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν. οἷ μὲν γὰρ τηνάλλως διηγοῦνται καὶ κατὰ τὸ παραστὰν ἑκάστοις ἰδίως ἀποφαίνονται · οὐδὲ γὰρ ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν · οἱ δὲ εὐγνωμονέστερον τὸ σύμπαν ἀναιροῦσιν, καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγήσεις, ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν· ἔστι δ’ ὅτε φόβῳ τῆς ἀπὸ τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται.