Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.23
Not analysed yet
ἄκουε δ’ οὖν αὐτῶν τῶν Ἑλλήνων δι’ ἑνὸς τοῦ πάντων ἀρίστου τοτὲ μὲν ἐξωθοῦντος ,τοτὲ δ’ αὖ πάλιν εἰσποιουμένου τοὺς μύθους. ὁ δ’ οὖν θαυμάσιος αὐτῶν Πλάτων’ ,ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν ,τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν οἷα τοῖς παλαιοῖς εἴρηται, εἴτε περιέχοιέν τι λεληθὸς ἐν ὑπονοίαις δηλούμενον, εἴτε ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται ,καὶ δεῖν φησι τοῖς περὶ θεῶν μύθοις πιστεύειν, ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον.