Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.24-2
Not analysed yet
ἤδη δὲ κατ’ εἶδος ἰδίως ἕκαστα τῶν γιγνομένων τὰ μὲν ἔξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ οἰκείᾳ κρίσει τε καὶ προαιρέσει κινούμενα ,καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ’ ἐπι- συμβεβηκότα τοῖς προηγουμένως γεγονόσι, ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος.