Ancient Greek · ~3 min
6.32 to 6.34
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.32-34
Not analysed yet
πολλάκις δὲ καὶ γήρας ἐπελθὸν σώματι κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἀπεστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογικὸν παρὰ φύσιν ἀμβλῦναν. αἰκίαι δ’ αὖ πάλιν καὶ ἀλγηδόνες σώματι πηρώσεις τε ἐπισυμβᾶσαι πάρα φύσιν, τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβη- κὸς ἐξενίκησαν, ἐνδούσης ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν ’ὡς ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα. ἦν δὲ ἄρα καὶ τὸ τῆς ἐφ’ ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς καὶ ἰσχύος ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾶν καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ τοῖς ἔξωθεν ἐπισμβαίνουσιν.