Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.35
Not analysed yet
ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τὴν τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ, ἡ δὲ ψυχὴ λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει κρείττων καθίσταται τῆς τοῦ σώματος φύσεως· καὶ πάλιν ἡ μὲν πει- νῆν καὶ διψῆν καὶ ῥιγοῦν καὶ τὰ τοιαῦτα προσαναγκάζουσα ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀνα- πεισθεῖσα, καί τινας ἀσκητικὰς προτροπὰς αύθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτε- ρίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν ,ἀρετῇ λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη.