Ancient Greek · ~3 min
6.36 to 6.38
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.36-38
Not analysed yet
καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν σωμάτων κινήσει ,ἡ δὲ προαίρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν ἠσπάσατο βίον. εἰσὶ δὲ οἱ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες “μετίλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσε- νες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδω- σιν ὁ λογισμὸς, κρατεῖ δὲ ἐν πλείστοις ,ὡς καὶ κρα- τεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἂγεται, τᾶι, ὡς καὶ πρὸ ὥρας ἔσθ’ ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος ,ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη.