Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.51
Not analysed yet
φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτιατέον. οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ φαῦλον, προαιρέσεως ὂν ,ἀλλ’ οὐ φύσεως ἔργον. ᾧ γὰρ παρήν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἴλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοὐ χείρονος μεταποιηθεὶς ,τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου, τοῦ τε συμφύτου νόμου σωτῆρος οἶα καὶ ἰατροῦ παραμελήσαντι ;