Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.52
Not analysed yet
ὁ δὴ τούτων ἀπάντων μηδένα λόγον ποιούμενος ,ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν τὰ πάντα, τῆς τε τῶν πλημμελουμένων ἀνθρώποις ἀτοπίας μὴ ἐξ ἡμῶν εἶναι φάσκων τὰ αἴτια, ἀλλ’ ἐκ τῆς τὰ πάντα κινούσης δυνάμεως ,πῶς οὐκ ἀνόσιον καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν;