Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.53
Not analysed yet
εἴτε γὰρ αὐτόματον καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φορὰν, ἐλέγχοιτ’ ἂν ὡς αὐτόθεν ἄθεος ,πρὸς τῷ καὶ ἀβλεπτεῖν περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων διάταξιν εὖ καὶ ἐν κόσμῳ τὴν δι’ αἰῶνος κίνησιν ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν ἐπιστατεῖν τε πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν ὁμολογήσει, οὐδ’ οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν, ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων ἐξ οἰκείας γνώμης διαπεπραγμένους ,ἀνάγει δὲ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, ἀνάγκην αὐτὴν καὶ εἱμαρμένην ἀποκαλῶν, καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας ὠμότητός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων.