Ancient Greek · ~4 min
6.6 to 6.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.6-9
Not analysed yet
τούτων δ’ ἡμῖν διευκρινηθέντων ἐπὶ τὰ Ἑβραίων μεταβησόμεθα, τῶν δὴ πρώτων καὶ ἀληθῶς Ἑβραίων, καὶ τῶν μετὰ ταῦτα τὴν Ἰουδαίων λαχόντων προσηγορίαν. ἐπὶ πᾶσι δὲ τούτοις ὥσπερ ἐπισφράγισμα τῶν ὅλων ἐποίσομεν τὰ ἡμέτερα. ἀναγκαίως δὲ τῆς τούτων ἁπάντων μνημονεύσομεν ἱστορίας, ὡς ἂν διὰ τῆς τῶν ἑκασταχοῦ τεθαυμασμένων παραθέσεως ὁ τῆς ἀληθείας ἔλεγχος ἀποδειχθῇ, ὁποίων τε ἡμεῖς ἀποστάντες τὴν ὁποίαν εἱλόμεθα φανερὸν τοῖς ἐντυγχάνουσι γένηται. ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὸ πρῶτον. πόθεν δῆτα πιστωσόμεθα τὰς ἀποδείξεις; οὐ μὲν δὴ ἐκ τῶν παρ’ ἡμῖν γραμμάτων, ὡς ἂν μὴ δοκοίημεν κεχαρισμένα πράττειν τῷ λόγῳ· μάρτυρες δὲ παρέστων ἡμῖν Ἑλγήνων αὐτῶν οἱ τε τὴν φιλοσοφίαν αὐχοῦντες καὶ οἱ τὴν ἄλλην τῶν ἐθνῶν ἱστορίαν διηρευνηκότες. γράφει τοίνυν ἄνωθεν τὴν παλαιὰν Αἰγυπτίων ὑφηγούμενος θεολογίαν ὁ Σικελιώτης Διόδωρος, γνω- ριμώτατος ἀνὴρ τοῖς Ἑλλήνων λογιωτάτοις, ὡς ἂν ὑπὸ μίαν συναγηοχὼς πραγματείαν ἅπασαν τὴν ἱστορικὴν βιβλιοθήκην. ἐξ οὗ πρῶτα παραθήσομαι ἃ περὶ τῆς τοῦ παντὸς κοσμογονίας ἀρχόμενος τοῦ λόγου διείληφε, τὰς τῶν παλαιῶν ἱστορῶν δόξας τοῦτον τὸν τρόπον.