Ancient Greek · ~2 min
7.1 to 7.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.1-2
Not analysed yet
Περὶ μὲν οὑν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι καταδείξαντες τιμὰν τὸ θεῖον καὶ περὶ τῶν μυθολογουμένων ἑκάστου τῶν ἀθανάτων τὰ μὲν πολλὰ συντάξασθαι πειρασόμεθα κατ’ ἰδίαν, διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι ὅσα δ’ ἂν ταῖς προκειμέναις ἱστορίαις ἐοικότα δόξωμεν ὑπάρχειν παραθήσομεν ἐν κεφαλαίοις, ἔνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆται. περὶ δὲ τοῦ γένους τῶν ἀπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι.”