Ancient Greek
6.61 to 6.62
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.61-62
Not analysed yet
εἰ δ’ οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς διατάξεως, ἀθέων αὖθις ἀνακύψειεν ἂν φωνὴ, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ δυνάμεως ἐναργῶς ἀποφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων ἔκ τε τῶν καθ’ ἡμᾶς ἀναμφιλόγως τὴν ἐλευθέραν καὶ αὐτεξούσιον τῆς λογικῆς ψχῆς χῆς δύναμιν παραδεικνυμένων. καθ’ ἣν καίτοι μυρίων ἔξωθεν ἐμποδὼν τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ’ ἡμῖν ὁρμαῖς κατά τι συμβεβηκὸς προσπιπτόντων, ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον ἀντέχει, ἄμαχον καὶ ἀήττητον τὸ ἐφ’ ἡμῖν τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον.