Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.63
Not analysed yet
τοῦτο δὲ μάλιστα καὶ ὁ παρὼν καιρὸς τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας ἔργοις αὐτοῖς παρεστήσατο ὅτι γὰρ ταῦτα μὴ ψόφοι καὶ κενὰ ῥήματα πάρεστί σοι τὸν τῶν θεοσεβῶν ἀγῶνα ἐπιβλέψαι, καὶ συνιδεῖν τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα, καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα.