Ancient Greek · ~7 min
6.64 to 6.70
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.64-70
Not analysed yet
καὶ μὴν οὐδεὶς ἐνταῦθα λόγος ἐπιτρέψειεν ἂν τὴν εἱμαρμένην αἰτιᾶσθαι. ποῦ γάρ σοι ἐξ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας ἤνεγκεν ἡ τῶν ἄστρων φορά ; ἢ πότε ὁ τῶν ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους καταβληθείσης διδασκαλίας τοιόνδε προβέβληται καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀγῶνα; ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος μὲν πλάνης ἀναιρετικὸν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων θεοῦ γνώσεως διδακτικὸν, ἅπασιν άνθρώποις, Ἕλλησι τε καἲ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε; τίς δὲ τῶν ἐξ αἰῶνος ἀοιδίμων σοφῶν, βάρβαρος ἢ Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης ὡς εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν ὑπ’ αὐτοῦ προβληθέντα λόγον, γνωσθέντα τε μέχρι καὶ τῶν ἐσχατιῶν, καὶ θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ καθωσιωμένοις κτήσασθαι; εἰ δὲ ταῦτα ἐξ αἰῶνος νος οὔτ’ ἦν οὔτε γέγονεν οὔτε ἀκοαῖς ἤκουσται, οὐκ ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον. πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς αὐτῆς τυχεῖν γενέσεως τε καὶ εἱμαρμένης ἐκ ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος σωτὴρ θεὸς ἐπιφανεὶς καθ’ ὅλης τῆς οἰκουμένης ἀνηγόρευται ,οἱ δὲ πάλαι νενομισμένοι παρά τε Ἓλλησι καὶ βαρβάροις θεοὶ καθῄρηνται ,καὶ οὐκ ἄλλως καθῄρηνται ἢ διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας; ποία δ’ αὐτῶν εἱμαρμένη θεὸν δημιουργὸν ἀπάντων πᾶσιν ἀνθρώποις κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι ἐξηνάγκασε; καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν λέγειν τε καὶ φρονεῖν ἐβιάσατο ; τί δὲ οἶ τῆς τοῦ σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοίους ἄθλους ἔκπαλαι ἠγωνισμένοι, καὶ εἰσέτι δεῦρο διαθλοῦντες ; μιᾶς ἄρα καὶ τῆς αὐτῆς ἔτυχον μοίρας, ὧς ὑφ’ ἐνὶ λόγῳ καὶ διδασκαλίᾳ δουλωθῆναι, μίαν τε γνώμην καὶ προαίρεσιν ἐνδείξασθαι, καὶ ψυχῆς ἀρετὴν μίαν ,ἔνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι βίον, καὶ λόγον ἀγαπήσαι τὸν αὐτὸν, τάς τε αὐτὰς ἀγαπητικῶς ὑπομεῖναι πάθας δι’ ἔνστασιν εὐσεβείας.