Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.8-2
Not analysed yet
παρὰ τού τοῖς δ’ οὑν αἰδέσεως καὶ τιμῆς τυγχάνοντες πῶς οὐχ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς ἄλλους φαίνονται; τίνα δὲ τὰ δεύτερα ἐφεξῆς, ἢ τὰ τρίτα πρὸς τούτοις λέγωμεν; πότερον τὸ τῆς εὐνομίας καὶ εὐπειθείας αὐτῶν, ἢ τῆς ὁσιότητος καὶ δικαιοσύνης καὶ εὐσεβείας; ἀλλὰ τὸν μὲν ἄνδρα ἐκεῖνον, ὅστις ποτὲ ἦν ὁ τοὺς νόμους αὐτοῖς· θεὶς ‚οὕτω σφόδρα ἐθαύμασαν ὡς ὅ τι δήποτε ἔδοξεν ἐκείνῳ, καὶ αὐτοῖς.