Ancient Greek · ~2 min
6.9 to 6.10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.9-3-10
Not analysed yet
εἴτε οὖν λελογισμένος αὐτὸς εἴτε ἀκούων παρὰ δαίμονος ἔφρασε, τοῦτο ἅπαν εἰς τὸν θεὸν ἀνάγειν, καὶ πλειόνων ἐτῶν διεληλυθότων, τὸ μὲν ἀκριβὲς οὐκ ἔχω λέγειν ὁπόσα ‚πλέον δ’ οὖν ἢ δισχίλια ἔτη ‚μηδὲ ῥῆμά γε αὐτὸ μόνον τῶν ὑπ’ αὐτοῦ γεγραμμένων κινῆσαι, ἀλλὰ κἂν μυριάκις αὐτοὺς ἀποθανεῖν ὑπομεῖναι θᾶττον ἢ τοῖς ἐκείνου νόμοις καὶ ἔθεσιν ἐναντία πεισθῆναι.” Ταῦτ’ εἰπὼν ἐπιτέμνεται τὴν ἐκ τῶν Μωσέως νόμων καταβεβλημένην τῷ Ἰουδαίων ἔθνει πο- λιτείαν, γράφων οὕτως