Ancient Greek · ~6 min
7.1 to 7.5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.1-5-5
Not analysed yet
οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτὲ δία μάταιον οὐδ’ ἄκραντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις· ἀλλ’ ἀπὸ παγχράτοιο νόου πατρόθεν κατιοῦσα αἰὲν ἀληθείῃ σελαγίζεται ,ἀμφὶ δὲ μῆτις ἔμπεδος ἀρρήκτοισι μένει λογίοις βεβαυῖα. δεσμῷ δ’ οὖν κλήιζε· θεὴν γὰρ ἄγεις με τοσήνδε, ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον. καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή. ταύτης δὲ τὸ μὲν θυμοειδὲς ,τὸ δὲ ἐπιθυμητιχόν· ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ καλεῖται. ταῦτα οὐκ ἐμὰ, μήτοι νομίσῃς, τοῦ δὲ προειρημένου συγ- γραφέως ἀκήκοας, οὗ πάλιν ἐστὶ καὶ ταῦτα ‘Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους· καὶ δίκαιον εἶσθέντεσ διέναι ἀξιοῦντες τὸν θεράποντα, τἄδικα αὐτοὶ σελευσθέντεσ δρᾶν ὑπομένουσι, καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν ,αὐτοὶ δ’ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν.’’ Εὕροις δ’ ἂν καὶ ταῦτα ἐν τῇ Πρὸς Ἀνεβῶ τὸν Αἰγύπτιον τοῦ αὐτοῦ ἐπιστολῇ. ἐν δὲ τῇ προλεχθείσῃ πραγματείᾳ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας προστίθησι τοῖς εἰρημένοις λέγων ὧδε “Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται αὐτοὶ δεδηλώκασιν, ὥσπερ ὁ Διδυμαῖος διὰ τούτων· ἦν δ’ ἡ πεῦσις εἰ δεῖ ὀμόσαι τῷ ἐπαγαγόντι τὸν ὅρκον·) μητέρι μὲν μακάρων μέλεται Τιτηνίδι Ρείῃ αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος · Παλλάδι δ’ εὐπήληκι μόθοι καὶ δῆρις Ἐνυοῦς, καὶ βαλίαις σκυλάκεσσι βαθυσκοπέλους ἀνὰ πρῶνας θῆρας ὀρειονόμους ἐλάαν Λητωίδι κούρῃ · Ἥρῃ δ’ εὐκελάδῳ μαλακὴ χύσις ἠέρος ὑγρῆς· λήια δ’ εὐαλδῆ κομέειν σταχυητρόφα Δῃοῖ· Ἴσιδι δ’ αὖ Φαρίῃ, γονίμοις παρὰ χεύμασι Νείλου, μαστεύειν οἴστροισιν ἑὸν πόσιν ἁβρὸν Ὄσιριν.