Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.4-3
Not analysed yet
τοτὲ μὲν οὖν τινὰς τῶν ἀγαθῶν τούτων δαιμόνων φησὶν ἐρωτικαῖς ἡδυπαθείαις ὑπηρετεῖσθαι, τοτὲ δ’ ἑτέρους τυμπάνοις καὶ αὐλοῖς καὶ θηλειῶν πατάγοις χαίρειν ,ἄλλους δὲ αὖ πάλιν μάχαις καὶ πολέμοις ἀγάλλεσθαι ,καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν καὶ τοῖς ἀπὸ γῆς καρποῖς τὴν Δῃῶ· θρηνεῖν δὲ τὸν Ὄσιριν εἰσέτι νῦν τὴν Ἶσιν καὶ τὸν Ἀπόλλω μαντεύεσθαι. τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἶ εἰς ἀνθρώπους ὠφέλειαι. δέχου δὲ καὶ τούτων τὰς ἀπο- δείξεις