Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.11-2
Not analysed yet
ἆρ’ οὐ πρὸς ἀσκήσεως μόνον αὐτοῖς τοῦτο ἐγκρατείας ἐστὶν. ὡς ἐξ ἴσου καὶ δρᾶν τι πονοῦντας καὶ ἀνέχειν ἰσχύειν ἀπὸ τῶν ἔργων‚ εἰ δέοι; οὐ δῆτα. ἀλλ’ εἰ καὶ πρὸς ἔργου μεγάλου καὶ θαυμαστοῦ τινος ᾠήθη δεῖν ὁ νομοθέτης, αὐτοὺς μὴ τἄλλα μόνον ἱκανοὺς εἷναι δρᾶν καὶ μὴ δρᾶν ὡσαύτως ‚ἀλλ’ ἔτι καὶ τῶν πατρίων νόμων καὶ ἐθῶν ἐμπείρως ἔχειν.