Ancient Greek · ~6 min
7.12 to 7.16
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.12-16
Not analysed yet
τί οὖν ἐποίησε ταῖς ἑββόμαις ταύταις ἡμέραις; αὐτοὺς εἰς ταὐτὸν ἠξίου συνάγεσθαι καὶ καθεζομένους μετ’ ἀλλήλων σὺν αἰδοῖ καὶ κόσμῳ τῶν νόμων ἀκροᾶσθαι τοῦ μηδένα ἀγνοῆσαι χάριν. καὶ δῆτα συνέρχονται μὲν ἀεὶ καὶ συνεδρεύουσι μετ’ ἀλλήλων, οἱ μὲν πολλοὶ σιωπῇ, πλὴν εἰ τι προσεπιφημίσαι τοῖς ἀναγινωσκομένοις νομίζεται ’τῶν ἱερέων δέ τις ὁ παρὼν, ἢ τῶν γερόντων εἶς ἀναγινώσκει τοὺς ἱεροὺς νόμους αὐτοῖς, καὶ καθ’ ἕκαστον ἐξηγεῖται μέχρι σχεδὸν δείλης ὀψίας · κἀκ τοῦδε ἀπολύονται τῶν τε νόμων τῶν ἱερῶν ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν έπιδεδωκότες. ἀρά σοι οὐ δοκεῖ ταῦτα παντὸς σπουδάσματος μᾶλλον ἀναγκαῖα αὐτοῖς; τοιγαροῦν οὐκ ἐπὶ θεσμῳδοὺς ἔρχονται περὶ τῶν πρακτέων ‚καὶ μὴ διερωτῶντες οὐδὲ καθ’ ἑαυτοὺς ὑπ’ ἀγνοίας τῶν νόμων ῥᾳδιουργοῦσιν, ἀλλ’ ὅντινα αὐτῶν κινεῖς καὶ περὶ τῶν πατρίων διαπυνθάνῃ ‚προχείρως ἔχει καὶ ῥᾳδίως εἰπεῖν, καὶ ἀνὴρ γυναικὶ ‚καὶ παισὶ πατὴρ, καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δοκεῖ τοὺς νόμους παραδιδόναι. καὶ μὴν περὶ τοῦ γε ἔτους τοῦ ἑβδόμου ῥᾴδιον ὡσαύτως λέγειν ‚οὐ μὴν ταὐτὸν ἴσως. οὐ γὰρ αὐτοὶ τῶν ἔργων ἀφεστᾶσιν ‚ὥσπερ ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις, ἀλλὰ τὴν γῆν ἀργὴν ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις, εὐθενείας χάριν. πολὺ γὰρ διαφέρειν αὐτὴν ἀνάπαυλαν λαβοῦσαν, εἶτα δὲ εἰς νέωτα γεωργεῖσθαι, καὶ μὴ τῇ συνεχείᾳ τῆς ἐργασίας κατεξάνθαι. ταυτὸν δὲ καὶ περὶ τὰ σώματα ἂν ἴδοις συμβαῖνον εἰς ῥώμην· οὐ γὰρ δὴ πρὸς ὑγείαν μόνον διαλείμματα καί τινας ἀναπαύλας ἀπὸ τῶν ἔργων τοὺς ἰατροὺς προστάττοντας· τὸ γὰρ συνεχὲς καὶ ὁμοιοειδὲς ἀεὶ, μάλιστα δὲ ἐπ᾿ ἔργων, βλάπτειν ἔοικε.