Ancient Greek · ~4 min
7.14 to 7.17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.14-2-17
Not analysed yet
μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδου- λείαν εἰσάγων, ὅ τί ποτέ ἐστιν αὐτὸ τοῦτο οὐκ εἰδὼς, ἀπαντάτω εἰς τὴν Στοὰν, μηδ’ οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν Οὖτιν ’μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος ,τί δὲ ὁ Ἐπίκουρος ,ἢ τί ἡ Στοὰ, ἢ τί οἶ νέοι, ἢ τίς ὁ Οὖτις, οὒτ οἶδεν οὔτε οἶος εἰδέναι ’πολὺ γὰρ· πρότερον οὐδ’ εἰ αὐτός τί ἐστιν οἶδεν. ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς οὔτε ὁ Δημόκριτος ,εἰ λέγοι τις ταῦτα ’οὐ γὰρ εἶναι πιστότερον μέτρον οὑ λέγω ’οὐδ’ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ’ ἂν παρισωθείη ’ἢ παρισωθείη μὲν ἂν, ὑπερβάλλοι δὲ οὐκ ἄν. οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ ,ὦ Χρύσιππε, καὶ σὺ, ὠ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν —οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι —φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν.