Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.13-2
Not analysed yet
ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα, καὶ οἴκοθεν ἐλαυνόμενος καὶ οἴκαδε ἐπιθυμῶν. οὐ γὰρ οἶδεν οὔτ’ εἰ ἔστι τι αὐτὸς τὸ παράπαν, οὔτε εἰ οἴκοθεν ἐλαύνεται, οὔτ’ εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ’ εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται. μηδὲ λέγε οὕτως νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι Αμφιαρηιάδη. οὐδὲ γὰρ σὺ οἶσθά πω εἲ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης, οὐδ’ εἰ σὺ τὶ εἶ ὁ ἐρωτώμενος ,καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ.