Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.2-3
Not analysed yet
δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρεὶς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ’ ὅπως ὑπήχθην ,οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γὰρ, τό γ ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἓρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόχριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος ,ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλου ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι.