Ancient Greek
7.3 to 7.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.3-3-6
Not analysed yet
ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρωπίνοις· εἰ δ’ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. ἀλλ’ οὐκ εἰκὸς, οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσιν, εἴσω τὸ προβόλαιον ἔχων πεφυλαγμένος ἧσο. τί γὰρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι, καὶ δύναμαι, εἴ μοι δόξειεν, ἧσθαι καὶ πεφυλάχθαι; ἔξεστιν, εἴποις ἂν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ ἐγὼ προσέταττον; Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε, Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι, ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. ἀλλ’ ἴθι. μηκέτι μέλλε.