Ancient Greek · ~3 min
7.2 to 7.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.2-4-4
Not analysed yet
χρῆν δὲ καὶ ἄλλως μὴ ἀγνοεῖν ὅτι δὴ φθάσαντες, καὶ πρὸ τῶν ἐγγράφων αὐτοῦ νόμων, πλείους ἤδη τῶν προπατόρων ὀρθοῖς λογισμοῖς θεοσεβείας ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι θεοῦ καὶ προφῆται χρηματίσαντες αἰωνίας ἔτυχον παρ’ αὐτῷ μνήμης, ὣν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι τούτους, οἶς τοὺς νόμους διετάττετο. διὸ καὶ μᾶλλον χρῆναι αὐτοὺς, ἀπογόνους θεοφιλῶν καὶ δικαίων ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσεβείας ζηλωτὰς άναδειχθῆναι, σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι παρὰ θεοῦ τυχεῖν, ἀλλὰ μὴ ἀποναρκῆσαι, μηδ’ ἀποκνῆσαι ὡς ἐπ’ ἀδυνάτοις τῆς τῶν ἀγαθῶν ἐλπίδος ἑαυτοὺς ἀπογνόντας· δυνατὰ γὰρ εἶναι καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα· ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν, καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν ὥσπερ ἐν εἰκόσι γραφής διατυπούμενος.