Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.1-7
Not analysed yet
Ὁ τοίνυν μέγας θεόλογος Μωσῆς Ἑβραῖος ὢν ἐξ Ἑβραίων, εἰ καί τις ἄλλος, εὖ τε τὰ πάτρια ἐξ- επιστάμενος, ὡς ἐν προοιμίοις τῶν ἱερῶν νόμων τοὺς τῶν προπατόρων Ἑβραίων βίους μνήμαις ἀνεξαλεί- πτοις παραδέδωκεν, ὧν τε ἀγαθῶν οὗτοι παρὰ θεοῦ ἠξιοῦντο, καὶ αὖ πάλιν ἄλλων ἀθέων τε καὶ ἀσεβῶν τρόπους τε καὶ τιμωρίας, ἀναγκαῖον ἡγησάμενος ὑπάρξειν τοῦτο τοῖς μέλλουσι τοὺς αὐτοῦ νόμους παιδεύεσθαι μάθημα εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων ὁμοιοτροπίας καὶ εἰς προτροπὴν τοῦ τῶν εὐδεβῶν βίου.