Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.2-5
Not analysed yet
ἐὰν εἰς δοῦλον σῶμα, ἐὰν εἰς ἐλεύθερον ὑβρίζῃς ‚ἐὰν δεσμοῖς συνέχῃς ‚ἐὰν ἀπάγων πωλῇς, ἐὰν βέβηλα, ἐὰν ἱερὰ παρακλέπτῃς, ἐὰν ἀσεβῇς, οὐκ ἔργῳ μόνον, ἀλλὰ καὶ ἐὰν ῥήματι τῷ τυχόντι, εἰς μὲν θεὸν αὐτὸν, (ἵλεως ἡμῖν ὁ θεὸς καὶ αὐτῆς τῆς περὶ τούτων ἐννοίας γένοιτο, οὐδὲ ἄξιον λέγειν,) ἀλλ’ εἰς πατέρα ἢ μητέρα, ἢ εὐεργέτην σαυτοῦ, θάνατος ὁμοίως, καὶ οὗτος οὐ κοινὸς οὐδ’ ὁ τυχὼν, ἀλλὰ δεῖ καταλευσθῆναι τὸν εἰπόντα μόνον, ὡς οὐ χείρονα ἀσεβείας πράξαντα.